Abbildungen der Seite
PDF
EPUB

ΑΙΣΧΥΛΟΥ

ΧΟΗΦΟΡΟΙ.

ΟΡΕΣΤΗΣ.

ΕΡΜΗ χθόνιε, πατρῷ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι ξύμμαχός τ' αιτουμένῳ· ἥκω γὰρ εἰς γῆν τήνδε καὶ κατέρχομαι. τύμβου δ' ἐπ ̓ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν, ἀκοῦσαι κ

* * *

* *

πλόκαμον Ινάχῳ θρεπτήριον·

τὸν δεύτερον δὲ τόνδε πενθητήριον

*

τί χρῆμα λεύσσω ; τίς ποθ' ἥδ' ὁμήγυρις
στείχει γυναικῶν, φάρεσιν μελαγχίμοις
πρέπουσα ; ποίᾳ ξυμφορᾷ προσεικάσω ;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον ;
ἢ πατρὶ τῷ ̓μῷ τάσδ' ἐπεικάσας τύχω
χοὰς φερούσας νερτέροις μειλίγμασιν ;
οὐδέν ποτ' ἄλλο· καὶ γὰρ Ηλέκτραν δοκῶ
στείχειν, ἀδελφὴν τὴν ἐμὴν, πένθει λυγρῷ

5

10

15

πρέπουσαν. ὦ Ζεῦ, δός με τίσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί.
Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς
μάθω γυναικῶν ἥτις ἥδε προστροπή.

ΧΟΡΟΣ.

ἰαλτὸς ἐκ δόμων ἔβην

χοὰς πρόπομπος ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηῒς φοινίοις ἀμυγμοῖς,
ὄνυχος ἄλοκι νεοτόμῳ·

δι' αἰῶνος δ' ἰυγμοῖσι βόσκεται κέαρ
λινοφθόροι δ' ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ ̓ ἄλγεσιν,

πρόστερνοι στολμοὶ πέπλων ἀγελάστοις

ξυμφοραῖς πεπληγμένων.

τορὸς γὰρ ὀρθόθριξ φόβος,

δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον

πνέων, ἀωρόνυκτον ἀμβόαμα

μυχόθεν ἔλακε, περὶ φόβῳ

γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων·

κριταί τε τῶνδ ̓ ὀνειράτων

θεόθεν ἔλακον ὑπέγγυοι,

μέμφεσθαι τοὺς γᾶς νέρθεν περιθύμως,
τοῖς κτανοῦσί τ ̓ ἐγκοτεῖν.

τοιάνδε χάριν ἀχάριτον, ἀπότροπον κακῶν,
ἰὼ Γαία μαία, μωμένα μ' ἰάλλει

δύσθεος γυνά.

φοβοῦμαι δ' ἔπος τόδ ̓ ἐκβαλεῖν·

[blocks in formation]

τί γὰρ λύτρον πεσόντος αἵματος πέδῳ ;

ἰὼ πανοιξὺς ἑστία,

40

ἰὼ κατασκαφαὶ δόμων.
ἀνήλιοι, βροτοστυγεῖς

δνόφοι καλύπτουσι δόμους,

δεσποταν θανάτοισι.

45

σέβας δ' ἄμαχον, ἀδάματον, ἀπόλεμον τὸ πρίν, ἀντ. β'. δι ̓ ὠτῶν φρενός τε δαμίας περαῖνον, νῦν ἀφίσταται.

φοβεῖται δέ τις. τὸ δ ̓ εὐτυχεῖν,

τόδ' ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.

ῥοπὴ δ ̓ ἐπισκοπεῖ Δίκας

ταχεῖα, τοῖς μὲν ἐν φάει,

τὰ δ ̓ ἐν μεταιχμίῳ σκότου

μένει χρονίζοντα βρύει·

τοὺς δ ̓ ἄκραντος ἔχει νύξ.

50

55

δι' αἵματ ̓ ἐκποθένθ ̓ ὑπὸ χθονὸς τροφοῦ ἐπῳδ.

τίτας φόνος πέπηγεν οὐ διαῤῥύδαν.

διαλγὴς ἄτα διαφέρει τὸν αἴτιον,

παναρκέτας νόσου βρύειν.

οἴγοντι δ ̓ οὔτι νυμφικῶν ἑδωλίων
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
βαίνοντες, τὸν χερομυσῆ

φόνον καθαίροντες, ἰοῦσαν ἄταν

[blocks in formation]

ἐμοὶ δ ̓ ἀνάγκαν γὰρ ἀμφίπτολιν θεοὶ

προσήνεγκαν· ἐκ γὰρ οἴκων

πατρῴων δούλιον ἐσᾶγον αἶσαν·

δίκαια καὶ μὴ δίκαια,

πρέποντ ̓ ἀρχαῖς βίου

βίᾳ φερομένων αἰνέσαι, πικρῶν φρενῶν

στύγος κρατούσῃ. δακρύω δ' ὑφ ̓ εἱμάτων

60

65

70

ματαίοισι δεσποτἂν

τύχαις, κρυφαίοις πένθεσιν παχνουμένα.

ΗΛΕΚΤΡΑ.

75

79

δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τάφῳ δὲ χέουσα τάσδε κηδείους χοὰς, πῶς εὔφρον ̓ εἴπω ; πῶς κατεύξομαι πατρί ; πότερα λέγουσα ΠΑΡΑ ΦΙΛΗΣ ΦΙΛΩΝ φέρειν ΓΥΝΑΙΚΟΣ ΑΝΔΡΙ, τῆς ἐμῆς μητρὸς πάρα ; τῶνδ ̓ οὐ πάρεστι θάρσος, οὐδ ̓ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς ἔστ, ΑΝΤΙΔΟΥΝΑΙ τοῖσι πέμπουσιν τάδε 85 στέφη, ΔΟΣΙΝ τε ΤΩΝ ΚΑΚΩΝ ΕΠΑΞΙΑΝ; ἢ σιγ ̓ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδ ̓ ἐκχέουσα, γάποτον χύσιν, στείχω, καθάρμαθ ̓ ὡς τις ἐκπέμψας, πάλιν δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν ; τῆσδ ̓ ἔστε βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετ ̓ ἔνδον καρδίας φόβῳ τινός τὸ μόρσιμον γὰρ τόν τ' ἐλεύθερον μένει, καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἂν, εἴ τι τῶνδ ̓ ἔχοις ὑπέρτερον. ΧΟ. αἰδουμένη σοι, βωμὸν ὡς, τύμβον πατρός, λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. ΗΛ. λέγοις ἂν, ὥσπερ ᾐδέσω τάφον πατρός. ΧΟ. φθέγγου χέουσα σεμνὰ τοῖσιν εὔφροσιν.

90

35

95

100

ΗΛ. τίνας δὲ τούτους τῶν φίλων προσεννέπω ;
ΧΟ. πρῶτον μὲν αὑτὴν, χὤστις Αἴγισθον στυγεῖ.
ΗΛ. ἐμοί τε καὶ σοί τἄρ ̓ ἐπεύξομαι τάδε.
ΧΟ. αὐτὴ σὺ ταῦτα μανθάνουσ ̓ ἤδη φράσαι.
ΗΛ. τίν' οὖν ἔτ ̓ ἄλλον τῇδε προστιθῶ στάσει
ΧΟ. μέμνησ' Ορέστου, κεἰ θυραῖός ἐσθ ̓ ὅμως.
ΗΛ. εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
ΧΟ. τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη
ΗΛ. τί φῶ ; δίδασκ ̓ ἄπειρον ἐξηγουμένη.

;

105

ΧΟ. ἐλθεῖν τιν ̓ αὐτοῖς δαίμον, ἢ βροτῶν τινά— 110
ΗΛ. πότερα δικαστήν, ἢ δικηφόρον λέγεις ;
ΧΟ. ἁπλῶς τι φράζουσ', ὅστις ἀνταποκτενεῖ.
ΗΛ. καὶ ταῦτά μουστὶν εὐσεβῆ θεῶν πάρα ;
ΧΟ. πῶς δ ̓ οὔ, τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς ;
ΗΛ. κήρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,

* *

Ἑρμῆ χθόνιε, κηρύξας ἐμοί,
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτὴν, ἢ τὰ πάντα τίκτεται,
θρέψασα τ' αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς
λέγω, καλοῦσα πατέρ', ἐποίκτειρόν τ ̓ ἐμέ,
φίλον τ' Ορέστην—πῶς ἀνάξομεν δόμοις ;
πεπραγμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ ̓ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.
κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων
φεύγων Ορέστης ἐστίν· οἱ δ ̓ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα·
ἐλθεῖν δ' Ορέστην δεῦρο σὺν τύχῃ τινὶ

115

120

125

130

« ZurückWeiter »