Abbildungen der Seite
PDF
EPUB

κατεύχομαί σοι. καὶ σὺ κλυθί
μου, πάτερ
αὐτῇ τ ̓ ἐμοὶ δός, σωφρονεστέραν πολὺ
μητρὸς γενέσθαι, χεῖρά τ ̓ εὐσεβεστέραν.
ἡμῖν μὲν εὐχὰς τάσδε· τοῖς δ ̓ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκην.
ταῦτ ̓ ἐν μέσῳ τίθημι τῆς κακῆς ἀρᾶς,
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν.
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
ξὺν θεοῖσι, καὶ Γῇ, καὶ Δίκῃ νικηφόρῳ.
τοιαῖσδ ̓ ἐπ ̓ εὐχαῖς τάσδ ̓ ἐπισπένδω χοάς.
ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος

παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

ΧΟ. ἵετε δάκρυ καναχὲς ὀλόμενον ὀλομένῳ δεσπότα,

πρὸς ἔρυμα τόδε κακῶν κεδνῶν τ',

ἀπότροπον ἄγος ἀπεύχετον,

κεχυμένων χοᾶν κλύε δέ μοι,

κλύε

σέβας, ὦ δέσποτ ̓, ἐξ ἀμαυρᾶς φρενός.

ὀτοτοτοτοτοτοτοῖ, ἰώ,

ἀναλυτήρ τις δόμων

δορυσθενὴς ἀνὴρ Σκύθης,
τά τ ̓ ἐν χεροῖν παλίντονα
ἐν ἔργῳ βέλη 'πιπάλλων "Αρης,
σχέδιά τ ̓ αὐτόκωπα νωμῶν βέλη.

ΗΛ. ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ

νέου δὲ μύθου τοῦδε κοινωνήσατε. ΧΟ. λέγοις ἄν· ἀρχεῖται δὲ καρδία φόβῳ.

135

140

στρ.

145

ἀντιστρ.

151

155

ΗΛ. ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
ΧΟ. τίνος ποτ' ἀνδρός, ἢ βαθυζώνου κόρης ;
ΗΛ. εὐξύμβολον τόδ' ἐστὶ παντὶ δοξάσαι.
ΧΟ. πῶς οὖν παλαιὰ παρὰ νεωτέρας μάθω ;
ΗΛ. οὐκ ἔστιν ὅστις πλὴν ἑνὸς κείραιτό νιν.
ΧΟ. ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
ΗΛ. καὶ μὴν ὅδ' ἐστὶ κάρτ' ἰδεῖν ὁμόπτερος
ΧΟ. ποίαις ἐθείραις ; τούτο γὰρ θέλω μαθεῖν.
ΗΛ. αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
ΧΟ. μῶν οὖν Ορέστου κρύβδα δῶρον ἦν τόδε ;
ΗΛ. μάλιστ ̓ ἐκείνου βοστρύχοις προσείδεται.
ΧΟ. καὶ πῶς ἐκεῖνος δεῦρ ̓ ἐτόλμησεν μολεῖν ;
ΗΛ. ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.
ΧΟ. οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσῃ ποδί.
ΗΛ. καμοὶ προσέστη καρδίας κλυδώνιον

χολῆς, ἐπαίσθην δ' ὡς διανταίῳ βέλει.
ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν ἄλλον τῆσδε δεσπόζειν φόβης ;
ἀλλ ̓ οὐδὲ μήν νιν ἡ κτανοῦσ ̓ ἐκείρατο,
ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον
φρόνημα παισὶ δύσθεον πεταμένη.

ἐγὼ δ ̓, ὅπως μὲν ἄντικρυς τάδ' αἰνέσω,
εἶναι τόδ ̓ ἀγλάϊσμά μοι τοῦ φιλτάτου

160

165

170

175

180

βροτῶν Ὀρέστου-σαίνομαι δ ̓ ὑπ ̓ ἐλπίδος. 185 φεῦ. εἴθ' εἶχε φωνὴν εὔφρον, ἀγγέλου δίκην, ὅπως δίφροντις οὖσα μὴ ̓κινυσσόμην,

ἀλλ ̓ εὖ σάφ ̓ ἦν ἤ τόνδ' ἀποπτύσαι πλόκον,

ην

190

εἴπέρ γ ̓ ἀπ ̓ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ, ξυγγενὴς ὢν, εἶχε συμπενθεῖν ἐμοί,
ἄγαλμα τύμβου τοῦδε, καὶ τιμὴν πατρός.
ἀλλ ̓ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἴοισιν ἐν χειμῶσι, ναυτίλων δίκην,
στροβούμεθ ̓· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ' ἂν σπέρματος μέγας πυθμήν. 195
καὶ μὴν στίβοι γε δεύτερον τεκμήριον,

ποδῶν δ ̓ ὁμοῖοι, τοῖς τ ̓ ἐμοῖσιν ἐμφερεῖς.
καὶ γὰρ δύ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ ̓ ἐκείνου, καὶ ξυνεμπόρου τινός·
πτέρναι, τενόντων θ' ὑπογραφαὶ, μετρούμεναι 200
εἰς ταυτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις·
πάρεστι δ ̓ ὠδὶς καὶ φρενῶν καταφθορά.

ΟΡΕΣΤΗΣ.

205

εὔχου τὰ λοιπὰ, τοῖς θεοῖς τελεσφόρους εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς. ΗΛ. ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρώ ; ΟΡ. εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι. ΗΛ. καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν ; ΟΡ. σύνοιδ' Ορέστην πολλά σ' ἐκπαγλουμένην. ΗΛ. καὶ πρὸς τί δῆτα τυγχάνω κατευγμάτων ; ΟΡ. ὅδ ̓ εἰμί· μὴ μάτευ ̓ ἐμοῦ μᾶλλον φίλον. ΗΛ. ἀλλ ̓ ἦ δόλον τιν ̓, ὦ ξέν, ἀμφί μοι πλέκεις ; ΟΡ. αὐτὸς κατ ̓ αὐτοῦ τἄρα μηχανορραφώ. ΗΛ. ἀλλ ̓ ἐν κακοῖσι τοῖς ἐμοῖς γελᾶν θέλεις ; ΟΡ. κάν τοῖς ἐμοῖς ἄρ ̓, εἴπερ ἔν γε τοῖσι σοῖς. ΗΛ. ὡς ὄντ ̓ Ορέστην τάδε σ' ἐγὼ προσεννέπω ; 215 ΟΡ. αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ·

210

220

κουρὰν δ' ἰδοῦσα τήνδε κηδείου τριχὸς ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ, ἰχνοσκοποῦσά τ ̓ ἐν στίβοισι τοῖς ἐμοῖς, σαυτῆς ἀδελφοῦ συμμέτρου τῷ σῷ κάρα. σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχός· ἰδοῦ δ ̓ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς, εἰς δὲ θηρίων γραφήν. ἔνδον γενοῦ· χαρᾷ δὲ μὴ ἐκπλαγῇς φρένας. τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς. 225 ΗΛ. ὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῇ πεποιθὼς δῶμ ̓ ἀνακτήσει πατρός· ὦ τερπνὸν ὄμμα, τέσσαρας μοίρας ἔχων ἐμοί· προσαυδᾶν δ ̓ ἔστ ̓ ἀναγκαίως ἔχον πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ρέπει στέργηθρον,—ἡ δὲ πανδίκως ἐχθαίρεται καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου

πιστὸς δ ̓ ἀδελφὸς ἦσθ', ἐμοὶ σέβας φέρων.

230

μόνον Κράτος τε, καὶ Δίκη, ξὺν τῷ τρίτῳ, 235
πάντων μεγίστῳ, Ζηνί, συγγένοιτό μοι.

ΟΡ. Ζεύ, Ζεύ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ·
ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός,
θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασι
δεινῆς ἐχίδνης· τοὺς δ ̓ ἀπωρφανισμένους
νῆστις πιέζει λιμός· οὐ γὰρ ἐντελὴς
θήραν πατρῴαν προσφέρειν σκηνήμασιν.
οὕτω δὲ κἀμὲ τήνδε τ', Ηλέκτραν λέγω,
ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον,
ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων.
καὶ τοῦ θυτῆρος καὶ σὲ τιμῶντος μέγα

240

245

πατρὸς νεοσσοὺς τούσδ ̓ ἀποφθείρας, πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας ; οὔτ ̓ αἰετοῦ γένεθλ ̓ ἀποφθείρας, πάλιν πέμπειν ἔχοις ἂν σήματ ̓ εὐπειθῆ βροτοῖς· οὔτ ̓ ἀρχικός σοι πᾶς ὅδ ̓ αὐανθεὶς πυθμὴν βωμοῖς ἀρήξει, βουθύτοις ἐν ἤμασιν. κόμιζ'· ἀπὸ σμικροῦ δ ̓ ἂν ἄρειας μέγαν δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι. ΧΟ. ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός,

σιγᾶθ ̓, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, γλώσσης χάριν δὲ πάντ ̓ ἀπαγγείλῃ τάδε πρὸς τοὺς κρατοῦντας· οὓς ἴδοιμ ̓ ἐγώ ποτε θανόντας ἐν κηκίδι πισσήρει φλογός. ΟΡ. οὔτοι προδώσει Λοξίου μεγασθενὴς

250

255

260

265

χρησμός, κελεύων τόνδε κίνδυνον περᾶν,
κἀξορθιάζων πολλά, καὶ δυσχειμέρους
ἄτας ὑφ ̓ ἧπαρ θερμὸν ἐξαυδώμενος,
εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους·
τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων
ἀποχρημάτοισι ζημίαις γαυρουμένους,
αὐτὸν δ ̓ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε
τίσειν μ', ἔχοντα πολλὰ δυστερπῆ κακά.
τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μειλίγματα
βροτοῖς, πιφαύσκων εἶπε τάσδε νῷν νόσους, 270
σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις

λιχῆνας, ἐξέσθοντας ἀρχαίαν φύσιν·
λευκὰς δὲ κόρσας τῇδ ̓ ἐπαντέλλειν νόσῳ·
ἄλλας τε φωνεῖ προσβολὰς Ἐρινύων,
ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας,
ὁρῶντα λαμπρόν, ἐν σκότῳ νωμῶντ ̓ ὀφρύν.

275

« ZurückWeiter »