Abbildungen der Seite
PDF
EPUB

87. ΑΝΤΙΠΑΤΡΟΥ.

Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὃς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον,

ᾧ μία τις πήρα, μία διπλοῖς, εἰς ἅμ ̓ ἐφοίτα σκήπων, αὐτάρκους ὅπλα σαοφροσύνας.

ἀλλὰ τάφου τοῦδ ̓ ἐκτὸς ἔτ ̓, ἄφρονες, ὡς ὁ Σινωπεὺς ἐχθαίρει φαῦλον πάντα καὶ εἰν ̓Αίδῃ.

88. ΟΝΕΣ ΤΟΥ.

Βάκτρον, καὶ πήρη, καὶ διπλόον εἶμα σοφοῖο
Διογένευς, βιότου φόρτος ὁ κουφότατος
πάντα φέρω πορθμῆϊ λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς·
ἀλλά, κύον, σαίνοις, Κέρβερε, τόν με κύνα.

89. ΛΕΩΝΙΔΟΥ.

Αίδεω λυπηρὲ διήκονε, τοῦτ ̓ ̓Αχέροντος,
ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,
δέξαι μ', εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα
βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.
ὄλπη μοι καὶ πήρη ἐφόλκια, καὶ τὸ παλαιὸν
ἔσθος, χὦ φθιμένους ναυστολέων ὀβολός.
πάνθ ̓ ὅσα κὴν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρ' "Αιδαν
ἔρχομ ̓ ἔχων· λείπω δ ̓ οὐδὲν ὑπ ̓ ἠελίῳ.

90. ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ.

Ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα
μάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη,
καὶ δέπας ἐκ κεράμοιο σοφῷ κυνὶ μέτρα βίοιο
ἄρκια· κὴν τούτοις ἦν τι περισσότερον·
κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην
εἶπε· τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;

3

91. ΤΟΥ ΑΥΤΟΥ.

Γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου· ἀλλὰ σὸν οὔτι
κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ·
μοῦνος γὰρ βιοτῆς αὐτάρκεα δόξαν ἔδειξας
θνητοῖς, καὶ ζωῆς οἶμον ἐλαφροτάτην.

92. ΑΔΕΣΠΟΤΟΝ.

Ελθὼν εἰς ̓Αίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας,
Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα,

5

5

5

87.

Diogenes situs hic sapiens canis, ille virili
Pectore qui vitae velitis auctor erat.
Unus cui baculus, pera una et diplois una:

Haec animo frugi quippe fuere satis.
Vesani, moneo procul hoc absistite busto:
Ferre Sinopensis nescit et umbra malos.

88.

Diogenis sapientis opes sunt pera, lacerna,
Scipio; nulla fuit vita onerata minus.
Nil liqui tellure: fero mea cuncta Charonti:
Mota tua excipiat, Cerbere, cauda canem.

89.

Plutonis rigidi tetro gravis ore minister,

Qui nigra transis hunc Acheronta rate,

Diogenem me, quaeso, canem simul accipe, quamquam
Umbrarum portat vix tua navis onus.
Ampullam peramque fero veteremque lacernam

Atque obolum, merces quae tua, vector, erit.
Omnia, quae vivens habui, fero Ditis ad aulam;
Rès sub sole, fuit quae mea, nulla manet.

90.

Pera, lacerna duplex et aquae permista polenta,
Et baculus gressum qui regit ante pedes,
Testaque pro cyatho, sapientis tota suppellex

Haec canis est: et in his quod superabat erat.
Viderat agricolam, cava cui manus hauserat undam,
Teque, ait, heus frustra cur ego, testa, fero?

91.

Aera dies perdit: sed nomen grande decusque,
Diogenes, adiment secula nulla tibi.

Mortales tu namque doces, satis esse putare
Quod satis et vitae non onerare viam.

92.

Risit, ut infernis Croesum conspexit in umbris,
Nimirum sapiens tunc quoque, Diogenes,

5

5

5

καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου,

τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου, εἶπεν· ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον, πάντα φέρω σὺν ἐμοί, Κροῖσε, σὺ δ ̓ οὐδὲν ἔχεις. 93. ΑΝΤΙΠΑΤΡΟΥ ΘΕΣΣ.

Οὐχὶ βαθυστόλμων Ιππαρχία ἔργα γυναικῶν,
τῶν δὲ Κυνῶν ἑλόμαν ρωμαλέον βίοτον
οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος
εὐμαρίς, οὐ λιπόων εὔαδε κεκρύφαλος
θυλὰς δὲ σκήπωνι συνέμπορος, ἅ τε συνῳδὸς
δίπλαξ, καὶ κοίτας βλῆμα χαμαιλεχέος.
ἄμμι δὲ Μαιναλίας κάρρων βίος ἦν Αταλάντας
τόσσον, ὅσον σοφίη κρέσσον ὀρειδρομίης.

94. ΑΝΤΙΠΑΤΡΟΥ.

Διάζει πήρη τε καὶ ̔Ηράκλειον ἄριστον

βριθὺ Σινωπίτου Διογένους ῥόπαλον,

καὶ τὸ χύδην υπόεντι πίνῳ πεπαλαγμένον ἔσθος διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων,

[ocr errors]

ὅττι τεοῖς ὤμοισι μιαίνεται ἡ γὰρ ὁ μέν που

οὐράνιος, σὺ δ ̓ ἔφυς οὖν σποδιῇσι κύων.

ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν ἄλλο λεόντων, ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.

95. ΠΤΟΛΕΜΑΙΟ Υ.

Οἶδ' ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ ̓ ὅταν ἄστρων
μαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,
οὐκέτ ̓ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ' αὐτῷ
Ζανὶ θεοτροφίης πίμπλαμαι ἀμβροσίης.

96. ΚΡΙΝΑΓΟΡΟΥ.

εἰς εἰκόνα Πραξαγόρου ἰατροῦ. Αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος, Πρηξαγόρη, στέρνοις ἐνεμάξατο· τοιγὰρ ἀνίαι ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν, καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι φάρμακα, πρηείης οἶσθα παρ' 'Ηπιόνης. θνητοῖσιν δ ̓ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες,

οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.

5

5

5

5

Pallioloque senex strato se proximat illi,

Cui dederat faciles aurifer amnis opes:

Hic quoque plus, inquit, spatii fero, nam mea porto
Omnia, quum restet nil tibi, Crocse, tui.

5

93.

Non ego feminci mores Hipparchia sexus,
Sed mare sum fortes corde secuta canes.
Non placuit pallam substringens fibula, non pes
Vinctus, et unguentis oblita vitta mihi.

Sed baculus nudique pedes, quaeque artubus haeret
Diplois, inque locum dura cubilis humus.

Maenaliae tantum potior mea vita puellae,
Quanto venari quam sapuisse minus.

94.

Pera, nec immerito, nunc flet, parque Herculis armis
Clava Sinopitae mascula Diogenis,

Palliolumque duplex, squallens quo sorde lutoque,
Sub media bruma non timet ille nives.

Quippe humeros velare tuos pudet: ille supernus
Quadam parte canis, tu satus in cinere.
Ornamenta tibi non convenientia pone:
Quae leo, non eadem debet habere caper.

95.

Me scio mortalem, sed quom volventia caelo
Contuor inque suas astra relapsa vias,
Non ultra pedibus tango sola, sed Iovis hospes
Nectare caelesti pascor et ambrosia.

96.

Ipse manus panaces succo tibi maximus unxit

Phoebigena atque artes tradidit ipse suas,
Praxagora, fixitque animo: quos namque dolores
Corporibus febris gignere longa solet,

Et bene quae sectis ponantur in artubus herbae,
Quis liquor, a miti doctus es Epione.

Si medici tales multi mortalibus essent,

Non, ut nunc,

umbris iret onusta ratis.

95. 2. Contuor] Quidni Suspicio?

5

5

5

ΤΥΡΤΑΙΟΥ ΕΛΕΓΕΙΑΙ ΔΥΟ.

I.

'Αλλ', Ηρακλῆος γὰρ ἀνικήτου γένος ἐστέ,
θαρσεῖτ ̓, οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει.
Μηδ ̓ ἀνδρῶν πληθὺν δειμαίνετε, μηδὲ φοβεῖσθε,
ἰθὺς δ ̓ εἰς προμάχους ἀσπίδ ̓ ἀνὴρ ἐχέτω,
ἐχθρὸν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας
κῆρας ὑπ ̓ αὐγαῖσιν ἠελίοιο φίλας.

ευ

Ἴστε γὰρ, ὡς Αρεως πολυδακρύτου ἔργ ̓ ἀίδηλα,
εὖ δ ̓ ὀργὴν ἐδάητ ̓ ἀργαλέου πολέμου
καὶ πρὸς φευγόντων τε διωκόντων τ ̓ ἐγένεσθε,
ὦ νέοι, ἀμφοτέρων δ ̓ εἰς κόρον ἠλάσατε.
Οἱ μὲν γὰρ τολμῶσι, παρ ̓ ἀλλήλοισι μένοντες,
εἴς τ ̓ αὐτοσχεδίην καὶ προμάχους ἰέναι,
παυρότεροι θνήσκουσι, σάουσι δὲ λαὸν ὀπίσσω
τρεσσάντων δ ̓ ἀνδρῶν πᾶσ ̓ ἀπόλωλ ̓ ἀρετή.
Οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα,
ὅσσ ̓, ἣν αἰσχρὰ πάθῃ, γίγνεται ἀνδρὶ κακά.
Αργαλέον γὰρ ὄπισθε μετάφρενον ἐστι δαΐζειν

ἀνδρὸς φεύγοντος δηίῳ ἐν πολέμῳ.
Αἰσχρὸς δ ̓ ἐστὶ νέκυς κατακείμενος ἐν κονίῃσιν.
νῶτον ὄπισθ ̓ αἰχμῇ δουρὸς ἐληλαμένος.
Αλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὁδοῦσι δακών,
μήρους τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους
ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος.

Δεξιτερῇ δ ̓ ἐν χειρὶ τινασσέτω όβριμον ἔγχος, κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς· ἔρδων δ ̓ ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν,

5

10

15

20

25

« ZurückWeiter »