Abbildungen der Seite
PDF
EPUB

Εκτόρεον δὲ χιτῶνα περὶ στήθεσι δαΐξαι,

Χαλκῷ ῥωγαλέον· πολέες δ ̓ ἀμφ' αὐτὸν ἑταῖροι
Πρηνέες ἐν κονίησιν ὀδὰξ λαζοίατο γαῖαν.

425

Ὣς ἔφατ'· οὐδ ̓ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων Αλλ' ὅγε δέκτο μὲν ἱρα, πόνον δ ̓ ἀμέγαρτον ὄφελλεν. 420 Αὐτὰρ ἐπεί ῥ ̓ εὔξαντο, καὶ οὐλοχύτας προβάλοντο, Αὖ ἔρυσαν μὲν πρῶτα, καὶ ἔσφαξαν καὶ ἔδειραν, Μηρούς τ ̓ ἐξέταμον, κατά τε κνίσσῃ ἐκάλυψαν, Δίπτυχα ποιήσαντες· ἐπ' αὐτῶν δ ̓ ὠμοθέτησαν Καὶ τὰ μὲν ἄρ ̓ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον Σπλάγχνα δ ̓ ἄρ ̓ ἐμπείραντες, ὑπείρεχον ἡφαίστοιο. Αὐτὰρ ἐπεὶ κατὰ μῆς ἐκάη, καὶ σπλάγχν ἐπάσαντο, Μίστυλλόν τ' ἄρα τ ̓ ἄλλα, καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, Ωπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. Αὐτὰρ ἐπεὶ παύσαντο πόνου, τετύκοντό τε δαῖτα, Δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. Αὐτὰς ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ

[ocr errors]

Ατρείδη κύδιστε, ἄναξ ἀνδρῶν, ̓Αγαμέμνων Μηκέτι νῦν δήθ ̓ αὖθι λεγώμεθα, μηδέ τι δηρὸν ̓Αμβαλλώμεθα ἔργον, ὃ δὲ θεὸς ἐγγυαλίξει. ̓Αλλ' άγε, κήρυκες μὲν ̓Αχαιῶν χαλκοχιτώνων Λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας·

430

335

Ἡμεῖς δ ̓ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν ̓Αχαιῶν

Τομεν, ὄφρα κε πᾶσσον ἐγείρομεν ὀξὺν "Αρηα

440

Ὣς ἔφατ'· οὐδ ̓ ἀπίθησεν ἄναξ ἀνδρῶν ̓Αγαμέμνων Αὐτίκα κηρύκεσι λιγυφθόγγοισι κέλευσε,

Κηρύσσειν πόλεμόνδε καρηκομόωντας Αχαιούς.
Οἱ μὲν ἐκήρυσσον, τοὶ δ ̓ ἠγείροντο μάλ ̓ ὦκα.
Οἱ δ ̓ ἀμφ' Ατρείωνα διοτρεφέες βασιλῆες
Θῦνον κρίνοντες· μετὰ δὲ, γλαυκῶπις Αθήνη,
Αἰγίδ ̓ ἔχουσ ̓ ἐρίτιμον, ἀγήραον, ἀθανάτην τε
Τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθοντο,
Πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος.

445

Σὺν τῇ παιφάσσουσα διέσυτο λαὸν ̓Αχαιῶν,

450

Οτρύνουσ ̓ ἰέναι· ἐν δὲ σθένος ὦςσεν ἑκάστου

Καρδίῃ, ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
Τοῖσι δ ̓ ἄφας πόλεμος γλυκίων γένετ', ἠὲ νέεσθαι
Ἐν νηυσὶ γλαφυρῇσι, φίλην ἐς πατρίδα γαῖαν.

Ηΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην,
Οὔρεος ἐν κορυφῆς· ἕκαθεν δέ τε φαίνεται αὐγή·
Ὣς τῶν ἐρχομένων, ἀπὸ χαλκοῦ θεσπεσίοιο
Αίγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἵκε.

Τῶν δ', ὥστ ̓ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ,
Χηνῶν, ἢ γεράνων, ἢ κύκνων δολιχοδείρων,
Ασίῳ ἐν λειμώνι, Καυστρίου ἀμφὶ ῥέεθρα,
Ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσι,
Κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών·
Ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

Ἐς πεδίον προχέοντο Καμάνδριον· αὐτὰρ ὑπὸ χθὼν
Σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
Ἔσταν δ ̓ ἐν λειμῶνι Καμανδρίῳ ἀνθεμόεντι
Μυρίοι, ὅσα τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.

455

460

465

Ηΰτε μυιάων αδινάων ἔθνεα πολλὰ, Αἴτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν, Ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει Τόσοι ἐπὶ Τρώεσι καρηκομόωντες Αχαιοί

Ἐν πεδίῳ ἵσταντο, διαῤῥαῖσαι μεμαῶτες.

Τοὺς δ ̓, ὥστ ̓ αἰπόλια πλατέ αἰγῶν αἰπόλοι άνδρες
Ῥεῖα διακρίνωσιν, ἐπεί κε νομῷ μιγέωσιν·
Ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα,
Ὑσμίνηνδ ̓ ἰέναι· μετὰ δὲ κρείων Αγαμέμνων,
Ὄμματα καὶ κεφαλὴν ἔκελος Διὶ τερπικεραύνῳ,
Αρεῖ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.

Ηΰτε βοῦς ἀγέληφι μέγ ̓ ἔξοχος ἔπλετο πάντων
Ταῦρος· ὁ γάρ τε βόεσι μεταπρέπει ἀγρομένῃσι·
Τοῖον ἄρ' Ατρείδην θῆκε Ζεὺς ἤματι κείνῳ,
Εκπρεπέ ̓ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσιν.

Ἔσπετε νῦν μοι, Μοῦσαι, ὀλύμπια δώματ' ἔχουσαι· Ὑμεῖς γὰρ θεαί ἐστε, πάρεστέ τε, ἴστε τε πάντα,

470

475

480

485

Ἡμεῖς δὲ κλέος οἷον ἀκούομεν, οὐδέ τι ἴδμεν

Οἵτινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν.
Πληθὺν δ ̓ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ ̓ ὀνομήνω,
Οὐδ ̓ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ ̓ εἶεν,
Φωνὴ δ' ἄῤῥηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη·
Εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι, Διὸς αιγιόχοιο
Θυγατέρες, μνησαίαθ ̓ ὅσοι ὑπὸ Ἴλιον ἦλθον
̓Αρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας.

A a

490

ON THE

FIRST BOOK OF THE ILIAD.

VERSE.

2. Οὐλομένην has been changed in the text into Ολομένην

the 'o being the first of the foot.

3. moλλas diplíμovs, &c. Heyne has observed, that io, ought

always to have the digamma. Here, however, in its compound state, he finds it impossible to have it inserted. In other places, where the same word occurs, the digamma is inadmissible ; as, Γ, 336. κρατὶ δ ̓ ἐπ ̓ ἐφθίμῳ. Μ, 147. ούτε. yae ip. It may be stated as a general observation, which will, I believe, admit of very few exceptions, that all those words which in their simple state are said to have been pronounced with the digamma, have it not when compounded; an indubitable proof that they were, at least in Homer's time, always pronounced without it as a

consonant.

4. ἡρώων, αὐτοὺς δὲ ἑλώρια, &c. In Clarke's edition the à before ¿λágia is elided. In his note he says, "alii scribunt dì iλágia; alii dixλág. Sed perinde est. Nam in hujusmodi vocabulorum syllabis non mediis facile fieri potuit (quod et in omnibus linguis interdum usu venit), ut quod scriptum fuerat ελώρια vulgo tamen pronunciaretur ἑλλάρια.” The reading in Heyne's and Villoison's editions, is certainly the true one; viz. di λgia; there being no licence, as I have already shewn, for doubling consonants at pleasure. In

« ZurückWeiter »