Abbildungen der Seite
PDF
EPUB

ΚΛ. ΑΝΑΞ Φεριστε, μαλθακῶν σ ̓ ἄγαν τρόπων οἴκτου τ ̓ ἀκερδοῦς τοῦδε παύσασθαι χρέων. φέρ ̓ εἰπὲ, ποῖον θῆρα δέρκεται λέων ὄσσοισι μειλίχοισιν; οὐχὶ τὸν βίᾳ

εὐνὴν ἐπεισπίπτοντα. τοῖς δ ̓ ὀρειβάταις
ἄρκτοις τίνων δὴ χεῖρα λιχμᾶσθαι φίλον;
οὐ δῆτ ̓ ἐκείνων οἵ σφιν ὀμμάτων πάρος
σκύμνους ἀναρπάζουσιν. ἢ τίς εὔχεται
κρυφίας ἐχίδνης δήγματ ̓ ἐκπεφευγέναι ;
οὐχ οἱπὶ νώτοις θεὶς ἀνιαρὸν πόδα.
καὶ μὴν πατούμενός γε τὸ σμικρὸν κάρα
σκώληξ πρὸς ὀργὴν αἴρεται· δάκνουσι δὲ
τυτθῶν ἀρωγοί θρεμμάτων πελειάδες.
σὺ δ ̓ οὐ τοιοῦτος· ἀλλὰ σῶν ἐπεὶ θρόνων
ὑψηλόφρων ὠρέξατ' Ουόρκου βία,

10

γελῶν παρέστης ἀνδρὶ προσβλέποντι σὲ
στυγνῷ προσώπῳ καὶ ξυνωφρυωμένῳ.
ἄλλων δ ̓ ὕπαρχος κεῖνος, οὐκ ἄναξ γεγώς,
παιδὸς πρόνοιαν ἔσχ ̓ ὅπως γένοιτ ̓ ἄναξ,
τό τ ̓ αὐτὸς αὑτοῦ σπέρμα φιλότεκνος πατὴρ 20
ἔσπευδεν αὔξειν· σὺ δὲ φύσει τύραννος ὢν,
κάλλιστον υἱὸν παραλαβὼν θεοῦ πάρα,
ἔπειτ ̓ ἄτιμον ἐκβαλεῖν κατῄνεσας

κλήρου πατρῴου· κάρτα δυσφιλὴς πατὴρ
ἔργοις ἐλεγχθείς. οὐχ ὁρᾷς; πτηνῶν γένη
τρέφει νεοσσοὺς, οὐ φρενῶν ἐπηβόλα.
καὶ τοῖς μέν ἐστι δεινὸν εἰσιδεῖν στόμα

v. 17. Eur. Alcest. 777. ed. Dind.

v. 18. Soph. Αj. 1105. ed. Dind,

Yet, in protection of their tender ones,

Who hath not seen them (even with those wings
Which sometime they have used with fearful flight,)
Make war with him that climb'd unto their nest,
Offering their own lives in their young's defence?
For shame, my liege, make them your precedent!
Were it not pity, that this goodly boy
Should lose his birthright by his father's fault,

And long hereafter say unto his child,—
What my great-grandfather and grandsire got,
My careless father fondly gave away?—

Ah, what a shame were this! Look on the boy;
And let his manly face, which promiseth

Successful fortune, steel thy melting heart,

To hold thine own, and leave thine own with him.

βροτῶν· ὅμως δὲ νεογόνοις βλαστήμασι τίς οὐκ ἀμύνοντ ̓ εἶδεν, ἡνίκα πτεροῖς,

οἷς πρίν γε φοβερὸν ἦρεν εἰς φύγης δρόμον, 30 τούτοισιν οὐκ ἄλλοισιν ἐξωπλισμένα, ἀναβάντι λεχέων φιλτάτων ἐφ ̓ ἁρπαγὴν μάχην ξυνήψεν ἀνδρὶ, κοὐκ ἀνῄνατο θανάτου πρίασθαι τῶν νέων σωτηρίαν; αἰσχύνομαί σε, δέσποθ', ὧδε μαλθακὸν ὁρῶν· τί τούτων οὐκ ἐμιμήσω φύσιν; οὐ δεινὸν ἂν γένοιτο, τὸν νεανίαν τὸν καλλίμορφον τόνδε πατρὸς οὔνεκα θρόνων παλαιῶν ἐκπεσεῖν, κἄπειτα δὴ υἱὸν φυτεύσανθ', ὧδέ νιν προσέννεπειν— Ἃ πατρὸς ἀμοῦ πατέρες ἐκτήσαντό μοι, πατὴρ ἀβούλως κἀμελῶς ἀπώλεσεν;ὄνειδος οὐκ ἀνεκτόν· εἶα, πρόσβαλε σὸν ὄμμα παιδὶ, καὶ τόδ ̓ ἀνδρείᾳ φλέγον δερχθεὶς πρόσωπον, ὀλβίου μάντιν τύχης, δειλὸν θρασύνου καὶ παροξύνου κέαρ, σώζειν τὰ νῦν παρόντα, καὶ σεσωσμένων τὸν παῖδα τόνδε δεσπότην λιπεῖν θανών.

40

KING RICHARD II. ACT. 2. Sc. 1.

METHINKS I am a prophet new inspir'd; And thus, expiring, do foretel of him:His rash fierce blaze of riot cannot last;

For violent fires soon burn out themselves:

Small showers last long, but sudden storms are short;
He tires betimes, that spurs too fast betimes;
With eager feeding, food doth choke the feeder:
Light vanity, insatiate cormorant,

Consuming means, soon preys upon itself.

The royal throne of kings, this scepter'd isle,
This earth of majesty, this seat of Mars,
This other Eden, demi-paradise ;

This fortress, built by nature for herself,
Against infection and the hand of war;
This happy breed of men, this little world,
This precious stone set in the silver sea,
Which serves it in the office of a wall,
Or as a moat defensive to a house,

Against the envy of less happier lands;

This blessed plot, this earth, this realm, this England, This nurse, this teeming womb of royal kings,

Fear'd by their breed, and famous for their birth,

ΜΑΝΤΙΣ δοκῶ μοι πρὸς θεῶν ὡρμημένος ἁρμοι γενέσθαι· καὶ τάδ ̓ ὡς θανούμενος λέγοιμ ̓ ἂν αὐτὸν, οἱ προβήσεται τύχης. οὐκ ἔσθ' ὅπως ποθ' ἥδε θερμόνους ὕβρις δαρὸν χρόνον λάμψειεν· ὡς αὐτόσσυτον φιλεῖ βίαιον πῦρ μαραίνεσθαι τάχα χρονία ψακὰς μέν ἐσθ', ὁ δ ̓ ἐξαίφνης βρέμων τυφὼς βραχὺς πέφυκεν· εὐθέως δέ τις ἀπεῖπεν, ὃς τὰ πρῶτ ̓ ἐπείγεται λίαν, καὶ μὴν λίχνον τιν' ἡ βορὰ διώλεσεν ὑπερφυῶς ἔσθοντα· κἀφειδὴς πόρων χλιδὴ ματαία, παμφάγου λάρου δίκην, ἴδιον τελευτῶσ ̓ αὐτόχειρ δάπτει δέμας. ἢ δεινὰ πάσχει, κοιράνων σεμνὸς θρόνος, χθονὸς μεγίστης τῆσδ ̓ ὑπέρτατον σέβας· Ἄρεως γὰρ ἤδ ̓ ἔδρασμα, δευτέρα δ ̓ ἔφυ μακάρων τε νῆσος δαιμόνων τ ̓ ἀναστροφὴ, φύσεώς θ ̓ ὑπαὶ φρούρημα πυργωθὲν, νόσου ἔρυμα γενέσθαι πολεμίας τε δεξιᾶς. ἄνθος δὲ θνητῶν τοῦτο, κἀν σμικρῷ τὸ πᾶν, ἅπερ λίθος τις, ἀργυρηλάτου πέριξ κεῖται θαλάσσης σφενδόνῃ κυκλούμενον. ἡ δ ̓ ἀντὶ τείχους τῇδε γῇ καθίσταται σωτηρίου τε δώμασιν τάφρου, πόλεων ἧσσον μακαρίων ὥστ ̓ ἀμύνεσθαι φθόνον· καὶ μὴν Βρετάννης γῆς τόδ' εὔδαιμον πέδον, τροφός τε καὶ βρύουσα γενναίων ἔφυ νηδὺς τυράννων· οἱ δὲ, περίφοβον κλέος

10

20

v. 17. Esch. Eum. 23.

v. 22. Eur. Hipp. 865.

« ZurückWeiter »